Η ΑΓΚΑΛΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
https://agiooros.org/

Οἱ Ἁγίες Καλλινίκη (καὶ κατ᾿ ἄλλους Καλλίνικος) καὶ Βασίλισσα
https://agiooros.org/viewtopic.php?f=75&t=19381
Σελίδα 1 από 1

Συγγραφέας:  antonios [ Παρ 04 Απρ 2025, 10:52 ]
Θέμα δημοσίευσης:  Οἱ Ἁγίες Καλλινίκη (καὶ κατ᾿ ἄλλους Καλλίνικος) καὶ Βασίλισσα

Ὁ Σ. Εὐστρατιάδης στὸ Ἁγιολόγιό του ἐπὶ λέξει, γράφει: Οἱ ἔντυποι Συναξαρισταὶ καὶ τὰ Μηναῖα καὶ πολλοὶ τῶν Κωδίκων κατὰ τὴν 2αν (καὶ 21ην) Μαρτίου σημειούσι* «τῇ αὐτῇ ἡμέρᾳ αἱ ἅγιαι μάρτυρες Καλλίνικη καὶ Βασίλισσα ξίφει τελειοῦνται», ἄνευ τινὸς σχετικοῦ ὑπομνήματος ἀλλὰ οἱ Κώδικες τῆς Πετρουπόλεως (200), τοῦ Ὀξονίου (Τ. ΙΙΙ, 16), τῆς Βιέννης (Theol.gr. 300) καὶ ὁ τῆς Λαύρας 70 Καλλίνικον ὀνομάζουσι τὴν Καλλινίκην: «τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῶν ἁγίων μαρτύρων Καλλινίκου καὶ Βασιλίσσης». Ὁ δὲ τῆς Λαύρας 70 συνοδεύει (αὐτὸς καὶ μόνος) τὴν μνήμην αὐτῶν καὶ δι᾿ ὑπομνήματος, τὸ ὁποῖον παραθέτω ὡς ἔχει: Οὗτοι διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν παρέστησαν τῷ ἄρχοντι τῆς πόλεως καὶ τὸν Χριστὸν Θεὸν εἶναι ὡμολόγησαν ὁ δὲ ἄρχων κολακευτικοῖς τισι ῥήμασι τούτους μεταβαλεῖν ἀπὸ τῆς αὐτῶν πίστεως μετεχειρίζετο· ὡς οὖν ἀνένδοτον αὐτὸν ἐώρα τὸν ἅγιον Καλλίνικον, πρῶτον ῥάβδοις τύψας καὶ ἐν ξύλῳ μετεωρίσας ἐπεχείρει ξέειν αὐτοῦ τὰς σάρκας· ἡ δὲ Βασίλισσα ἀπελθοῦσα, τοῦ αἵματος τὰς ῥανίδας ἀπολαβοῦσα κατησπάζετο· ὁ δὲ ἄρχων καὶ ταύτην κελεύσας συνδεθῆναι μετὰ τοῦ ἁγίου Καλλινίκου μυρίοις ποιναῖς καὶ βασάνοις αὐτοὺς ἐκδέδωκεν εἶτα ἐν εἱρκτῇ κατακλείει αὐτούς, ἔνθα ἐπιστὰς θεῖος ἄγγελος τροφὴν αὐτοῖς οὐράνιον προσήνεγκε, οἳ καὶ ηὐφράνθησαν τὰ μέγιστα· τὴν [δέ] ἕωθεν καθήσας ὁ ἄρχων ἐξήγαγε τοὺς ἁγίους ἀπὸ τῆς φυλακῆς καὶ μὴ πεισθέντας προσελθεῖν τῷ αὐτοῦ θελήματι ξίφει τὰς κεφάλας αὐτῶν ἀπέτεμε καὶ οὕτως ἐπληρώθη αὐτῶν ἡ μαρτυρία».

Καλλινίκην τέμνουσι σὺν Βασιλίσσῃ τὰς καλλινίκους καὶ πόλου βασιλίδας.

[Προφανῶς ὁ ποιήσας τὸ δίστιχον εἶχεν ὑπ᾿ ὄψιν τὴν Καλλινίκην μάρτυρα ὡς καὶ τὸ δίστιχον ἄρχεται: Καλλινίκην τέμνουσι σὺν Βασιλίσση. Ἐν τῷ Βιενναίῳ Κώδ. (Theol.gr.300) ἡ μνήμη κατὰ τὴν 21ην Μαρτίου].

Σελίδα 1 από 1 Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]
Powered by phpBB® Forum Software © phpBB Group
https://www.phpbb.com/