Η ΑΓΚΑΛΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ https://agiooros.org/ |
|
Ψαλμός 4 https://agiooros.org/viewtopic.php?f=5&t=19295 |
Σελίδα 1 από 1 |
Συγγραφέας: | antonios [ Σάβ 18 Ιαν 2025, 13:08 ] |
Θέμα δημοσίευσης: | Ψαλμός 4 |
Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ. 2 ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα). 4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα). 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. 7 πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με. |
Σελίδα 1 από 1 | Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ] |
Powered by phpBB® Forum Software © phpBB Group https://www.phpbb.com/ |