Η ΑΓΚΑΛΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ https://agiooros.org/ |
|
Γεροντικόν - Μικρὲς Νουθεσίες Γερόντων https://agiooros.org/viewtopic.php?f=4&t=7599 |
Σελίδα 1 από 1 |
Συγγραφέας: | antonios [ Σάβ 06 Απρ 2013, 15:15 ] |
Θέμα δημοσίευσης: | Γεροντικόν - Μικρὲς Νουθεσίες Γερόντων |
- Μὴ γίνου μαθητὴς τοῦ ἐπαινοῦντος ἑαυτόν, ἵνα μή, ἀντὶ ταπεινοφροσύνης, ὑπερηφανίαν μάθῃς. - Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ὅτι ἐάν θέλῃ ὁ ἄνθρωπος ἀπὸ πρωὶ ἕως ὀψὲ ἔρχεται εἰς μέτρον θεῖον. - Ἔστιν ἁμαρτία πρὸς θάνατον ἀμετανόητος· οὐδεὶς οὕτως ἀγαθὸς καὶ οικτίρμων, ὡς ὁ Θεός· τῷ δὲ μὴ μετανοοῦντι, οὐδὲ αὐτὸς ἀφίησι· πολὺ λυπούμεθα ἐπὶ ταῖς ἁμαρτίαις, τὰς δὲ αἰτίας αὐτῶν ἡδέως καταδεχόμεθα. - Εἶπε γέρων· αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον ἕως ἐσχάτης ἀναπνοῆς· ὅτι σήμερον ἐπίστρεψον. - Εἶπε γέρων· ἡ γενεὰ αὕτη οὐ ζητεῖ τὸ σήμερον, ἀλλὰ τὸ αὔριον. - Εἶπε γέρων· πᾶσα πονηρία μὴ τετελεσμένη, οὐκ ἔστι πονηρία· καὶ πᾶσα δικαιοσύνη μὴ τελειωθεῖσα, οὐκ ἔστι δικαιοσύνη. - Ἀδελφέ· μὴ εἴπῃς σήμερον ἁμαρτάνω, καὶ αὔριον μετανοῶ· οὐ γὰρ ἔχεις τὸ ἀσφαλές· περὶ τῆς αὔριον, τῷ Κυρίῳ μελήσει. - Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· μέμνησο διὰ παντὸς κρίσεως αἰωνίου· καὶ μὴ ἐπιλάθῃ σῆς ἐξόδου· καὶ οὐκ ἔσται πλημμέλεια τῇ ψυχῇ σου. - Εἶπεν ὁ Ἀϐϐᾶς Ἠλίας· ἐγὼ τρία πράγματα φοϐοῦμαι ἀεί· ὅταν μέλλῃ ἡ ψυχή μου χωρισθῆναι ἐκ τοῦ σώματος· καὶ ὅταν μέλλω τῷ Θεῷ ὑπαντῆσαι· καὶ ὅταν μέλλῃ ἡ ἀπόφασις ἐξελθεῖν κατ᾿ εμοῦ. - Εἶπεν ὁ Ἀϐϐᾶς Ὑπερέχιος· ἡ ἐνθύμησίς σου ἔστω διὰ παντὸς ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν καὶ ἐν τάχει κληρονομήσεις αὐτήν. - Διαλογίζου τὴν τιμὴν ἣν κατέλαϐον πάντες οἱ Ἅγιοι· καὶ ὁ ζῆλος αὐτῶν ἑλκύσει σε μικρόν· ἐνθυμοῦ πάλιν καὶ τοὺς ὀνειδισμοὺς οὓς ἔλαχον οἱ ἁμαρτωλοί, καὶ ὁ λογισμὸς οὗτος φυλάξει ἀπὸ τὰ πονηρά. - Ἔλεγον οἱ γέροντες· παιδεύσατε τὰ παιδία, ἀδελφοί, ἵνα μὴ παιδεύσωσιν ὑμᾶς αὐτά. - Εἶπεν ὁ Ἀϐϐᾶς Ἰάκωϐος, ὅτι παρὰ τὸ ξενοδοχεῖν, μεῖζόν ἐστι τὸ διὰ Θεὸν ξενιτεῦσαι. - Ἐμηνύθη ποτὲ τῷ μακαρίῳ Εὐαγρίῳ τῷ Διακόνῳ ἡ τελευτὴ τοῦ πατρὸς αὐτοῦ· καὶ λέγει τῷ ἀπαγγείλαντι· παῦσαι βλασφημῶν, ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν. - Ἀδελφὸς ἠτεῖτο γέροντος εὐχήν, σπεύδων ἐπὶ τὴν πόλιν· ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφη· μὴ σπεῦδε ἐπὶ τὴν πόλιν, ἀλλὰ σπεῦσον τοῦ φυγεῖν τὴν πόλιν καὶ σώζῃ. - Ἐν παντὶ πράγματι νόμιζε σεαυτὸν ἐνδεὴ εἶναι διδαχῆς καὶ ἐν πάσῃ τῇ ζωῇ σου σοφός εὑρεθήσῃ. - Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος· ὅτι ὑπακοὴ μετὰ ἐγκρατείας ὑποτάσσει θηρία. - Εἶπε γέρων· γενοῦ ὡς κάμηλος βαστάζων τὰς ἁμαρτίας σου καὶ δεδεμένος ἀκολοθῶν τῷ ἐπισταμένῳ τὴν ὁδὸν τοῦ Θεοῦ. - Εἶπε γέρων· ὃς ἐὰν γένηται μωρὸς διὰ τὸν Κύριον, συνετιεῖ αὐτὸν ὁ Κύριος. - Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· εἰς ὃν ἡ καρδία σου οὐ πληροφορεῖται, μὴ πιστεύσῃς αὐτῷ τὴν συνείδησίν σου. - Ἤκουσεν ὁ Ἀϐϐᾶς Ἰωάννης ὁ Κολοϐός, εἰς τὸ θέρος ὤν, ἀδελφοῦ λαλοῦντος τῷ πλησίον μετ᾿ οργῆς· ὦ καὶ σύ· καὶ ἐάσας τὸν θερισμὸν ἔφυγεν. - Εἶπεν ὁ Ἀϐϐᾶς Ἀγάθων· ἀγαπητός μοί τις καθ᾿ ὑπερϐολὴν ἐὰν ᾖ, καὶ γνῶ ὅτι κατάγει με εἰς ἐλάττωμα, ἀποκόπτω αὐτὸν ἀπ᾿ ἐμοῦ. - Εἶπεν ὁ Ἀϐϐᾶς Ἁλώνιος· ἐὰν μὴ εἴπῃ ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγὼ μὸνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, οὐχ ἕξει ἀνάπαυσιν. - Εἶπεν γέρων· ὅτι εἰ καὶ ἐκοπίασαν ὦδε οἱ ἅγιοι, ἀλλ᾿ ἔλαϐον ἤδη καὶ μέρος ἀναπαύσεως· τοῦτο δὲ ἔλεγε, διὰ τὸ εἶναι αὐτοὺς ἐλευθέρους ἀπό τῆς τοῦ κόσμου φροντίδος. - Μὴ ἐξουθενένει γέροντας ἐὰν βουληθῶσιν ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου· καὶ γὰρ ὁ Κύριος τοὺς περὶ τὴν ἑνδεκατην οὐκ ἀπεϐάλετο· οὐ γὰρ οἶδας μήποτε σκεῦος ἐκλογῆς ἐστιν οὖτος. - Ἠρωτήθῃ γέρων· διατί συνεχῶς ὀλιγωρῶ; καὶ ἀπεκρίθη· ἐπειδὴ οὔπω εἶδες τὸν ἥλιον. - Εἶπεν γέρων· τὸ εἰς πάντα ἑαυτὸν βιάζεσθαι, αὕτη ἐστὶν ἡ ὁδὸς τοῦ Θεοῦ. - Ὁ αὐτὸς εἶπεν· ὁ βιαζόμενος ἑαυτὸν διὰ τὸν Θεόν, ὅμοιός ἐστιν ἀνθρώπῳ ὁμολογητῇ. - Εἶπεν ὁ Ἀϐϐᾶς Κόπρις· μακάριος ὁ ὑπομένων κόπον μετὰ εὐχαριστίας. - Ὁ αὐτὸς ἀσθενήσας ἐπὶ πολὺν χρόνον κλινήρης ἧν· καὶ ηὐχαρίστει καὶ ἐκώλυε τὸ ἴδιον θέλημα. - Εἶπεν γέρων· εἰ τὰ κακὰ ποιοῦσιν ἡμῖν συγχωρεῖ ὁ Θεὸς μακροθυμῶν ἐφ᾿ ἡμῖν, οὐ πολλῷ μᾶλλον συνεργήσει ἡμῖν εἰ θελήσομεν ποιεῖν τὰ καλὰ; - Εἶπεν ὁ Ἀϐϐᾶς Ἀντώνιος, ὅτι ὁ Θεὸς οὐκ ἀφίησι τοὺς πολέμους ἐπὶ τὴν γενεὰν ταύτην, ὥς περ ἐπὶ τοὺς ἀρχαίους· οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ βαστάζουσιν. - Ἀδελφὸς ἠρώτησε τὸν Ἀϐϐᾶν Σισώην· τὶ ποίσω διὰ τὰ πάθη καὶ τοὺς δαίμονας; καὶ εἶπεν ὁ γέρων· ἕκαστος ἡμῶν πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας. - Εἶπεν ἡ ἁγία Συγκλητική· ὅσον προκόπτουσιν οἱ ἀθληταί, τοσούτῳ μείζοσι συνάπτονται ἀνταγωνισταῖς. - Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας, καὶ δι᾿ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ. - Ἠρωτήθῃ γέρων ὁποῖον δεῖ εἶναι τὸν Μοναχόν· καὶ εἶπεν· ἐάν ὡς κατ᾿ ἐμέ, μόνος πρὸς μόνον, ἤγουν πρὸς μόνον τὸν Θεὸν ἀποϐλέπῃ. - Ὁ αὐτὸς ἐρωτηθεὶς πάλιν τὶ δεῖ τὸν Μοναχὸν ποιεῖν, ἀπεκρίθη· παντὸς ἀγαθοῦ ἐργασίαν, καὶ παντὸς κακοῦ ἀποχήν. - Εἶπεν ὁ αὐτός, ὅτι αἰσχύνη ἐστὶ τοῦ Μοναχοῦ, ἐὰν ἐάσας τὰ ἑαυτοῦ ξενητεύσῃ διὰ τὸν Θεόν, καὶ μετὰ ταῦτα εἰς κόλασιν ἀπέλθῃ. - Μηδείς σε ἀπατήσῃ, Μοναχέ, ὅτι ἔνι σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα. - Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται. - Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· ἄνθρωπος συνοικῶν τῷ πλησίον, ὀφείλει εἶναι ὡς στήλη λιθίνη, ὑϐριζόμενος καὶ μὴ ὁργιζόμενος, δοξαζόμενος καὶ μὴ ἐπαιρόμενος. - Εἴρηκε γέρων· θέλω διδαχθῆναι ἢ διδάξαι. - Ἔλεγεν ὁ Ἀϐϐᾶς Δανιήλ, ὅτι ἐκάλεσέ με ποτὲ ὁ Ἀϐϐᾶς Ἀρσένιος καὶ εἶπε μοι· ἀνάπαυσον τὸν πλησίον σου, ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον παρακαλέσῃ ὑπὲρ σοῦ, καὶ εὖ σοι γένηται. - Εἶπεν γέρων· ἐν τόπῳ ὦ ἔστι τις, ἐὰν δοκιμάσῃ καλόν τι ποιῆσαι καὶ μὴ ἰσχύσῃ, μὴ νομίσῃ ὅτι ἀλλαχοῦ δύναται ποιῆσαι αὐτό. - Εἶπεν ὁ Ἀϐϐᾶς Θεόδωρος· πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, πρὶν ὁ Θεὸς αὐτοῖς παράσχῃ. - Εἶπεν γέρων, ὅτι ἡ ἔρις παραδίδωσι τὸν ἄνθρωπον τῇ ὀργῇ, καὶ ἡ ὀργὴ παραδίδωσιν αὐτὸν τῇ τυφλώσει, ἡ δὲ τύφλωσις ποιεῖ πᾶν κακὸν ἐργάσασθαι. - Εἶπεν ὁ Ἀϐϐᾶς Ποιμήν· μὴ πληρώσῃς τὸ θέλημά σου· ἀναγκαῖον δὲ ἐστι μᾶλλον ταπεινῶσαι ἑαυτὸν τῷ ἀδελφῷ σου. - Εἶπεν ὁ Ἀϐϐᾶς Σαρματίας· θέλω ἄνθρωπον ἁμαρτήσαντα, εἰ οἶδεν ὅτι ἥμαρτε καὶ μετανοεῖ, ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσαντα καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην ποιοῦντα. - Εἶπεν γέρων· θέλω ἥττημα μετὰ ταπεινοφροσύνης, ἢ νίκην μετὰ ὑπερηφανίας. - Εἶπεν γέρων· ἡ ταπείνωσις πολλάκις καὶ χωρὶς κόπου ἔσωσε πολλούς· καὶ μαρτυρεῖ τοῦτο ὁ Τελώνης καὶ ὁ Ἄσωτος υἰός, ρήματα μόνον μικρὰ εἰπόντες καὶ σωθέντες. - Εἶπεν ὁ Ἀϐϐᾶς Καρίων, ὅτι πολοὺς κόπους ἐποίησα πλέον τοῦ υἱοῦ μου Ζαχαρίου, καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, διὰ τὴν ταπείνωσιν καὶ σιωπήν αὐτοῦ. - Εἶπεν ὁ Ἀϐϐᾶς Εὐάγριος· ἀρχὴ σωτηρίας τῷ ἀνθρώπῳ ἡ ἑαυτοῦ κατάγνωσις. - Εἶπεν γέρων· ὡς ἡ γῆ οὐδέποτε πίπτει κάτω, οὕτως οὐδὲ ὁ ταπεινῶν ἑαυτόν. - Εἶπεν γέρων· ἡ ταπείνωσις οὐκ ὀργίζεται, οὐδὲ παροργίζει τινά. - Εἶπεν γέρων· ἐάν εἴπῃς τινὶ ʹσυγχώρησόν μοιʹ, ταπεινῶν ἑαυτόν, καίεις τοὺς δαίμονας. |
Σελίδα 1 από 1 | Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ] |
Powered by phpBB® Forum Software © phpBB Group https://www.phpbb.com/ |