Αρχική

Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]




Δημιουργία νέου θέματος Απαντήστε στο θέμα  [ 1 Δημοσίευση ] 
Συγγραφέας Μήνυμα
UNREAD_POSTΔημοσιεύτηκε: Τετ 24 Δεκ 2008, 13:12 
Χωρίς σύνδεση
Site Admin
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Τρί 08 Ιαν 2008, 14:48
Δημοσιεύσεις: 10952
1ος Τόμος - 14
ΜΥΣΤΑΓΩΓΙΑ*



Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ.

ΠΡΟΟΙΜΙΟΝ
(≡14__038≡>
Πῶς σοφώτερος γίνεται λαβὼν ἀφορμὴν ὁ σοφός, καὶ δίκαιος γνοὺς προσθήσει τοῦ δέχεσθαι, κατὰ τὴν θείαν παροιμίαν, σαφῶς αὐτός, πάντων μοι τιμιώτατε, κατ᾽ αὐτὴν ἔδειξας τὴν πεῖραν, ἔργῳ διδάξας ὅπερ ὁ θεῖος σοφῶς ὑπαινίσσεται λόγος. Ἅπαξ γὰρ ἀκούσας μου κατ᾽ ἐπιδρομὴν ἐπιτόμως, ὡς οἷόν τε ἦν, ἀφηγουμένου τὰ ἄλλῳ τινὶ μεγάλῳ γέροντι, καὶ ὄντως τὰ θεῖα σοφῷ περί τε τῆς ἁγίας Ἐκκλησίας, καὶ τῆς ἐν αὐτῇ ἐπιτελουμένης ἁγίας συνάξεως καλῶς τε καὶ μυστικῶς θεωρηθέντα, καὶ ὡς ἐνῆν μάλιστα διδασκαλικῶς, ἀπῄτεις με κατεπείγων ἐξ αὐτῆς ἔγγραφόν σοι ποιεῖσθαι τὴν τούτων διήγησιν, λήθης φάρμακον καὶ βοήθειαν μνήμης ἔχειν τὸ γράμμα βεβουλημένος, φυσικῶς τὸν χρόνον ἐχούσης φάσκων δαμάζοντα· καὶ ἀνεπαισθήτως διὰ λήθης τῶν ἐναποκειμένων συλᾷν τε καὶ ἀφανίζειν παντελῶς τοὺς τύπους καὶ τὰς εἰκόνας δυνάμενον, καὶ διὰ τοῦτο πάντως δεομένης τοῦ ἀνακαινίζοντος τρόπου, καθ᾽ ὃν ἡ τοῦ λόγου δύναμις διὰ παντὸς ἀκμάζουσα συντηρεῖν πέφυκε τὴν μνήμην ἀπαθῆ καὶ ἀμείωτον. Ὅσον δὲ τοῦ ἁπλῶς ἀκούειν (≡14__040≡> τὸ καὶ διαμονὴν ἀκαθαίρετον τῶν ἀκουσθέντων ἐπιζητεῖν ἐστι σοφώτερον, ἐπίσταται πάντως πᾶς ὁ καὶ μικρὸν εὐγενείας λογικῆς ἐπιμελούμενος, καὶ μὴ πάντη τῆς πρὸς τὸν λόγον οἰκειότητος ὑπάρχων ἀλλότριος.
Κἀγὼ μὲν ὤκνουν παρὰ τὴν ἀρχήν, τοῦ λόγου— εἰρήσεται γὰρ τἀληθές—τὴν ὑπόθεσιν παραιτούμενος· οὐ τῷ μὴ θέλειν ὑμῖν, ἠγαπημένοι, παντὶ τρόπῳ διδόναι κατὰ δύναμιν τὸ καταθύμιον, ἀλλὰ τῷ μήτε τῆς ἐναγούσης πρὸς τοῦτο τοὺς ἀξίους μετειληφέναι χάριτος, μήτε τὴν πεῖραν ἔχειν τῆς πρὸς τὸ λέγειν δυνάμεώς τε καὶ τριβῆς, ἰδιωτείᾳ συντεθραμμένος καὶ λόγων τεχνικῶν παντελῶς ἀμύητος ὑπάρχων τῶν ἐν μόνῃ τῇ προσφορᾷ τὴν χάριν ἐχόντων, οἷς οἱ πολλοὶ μάλιστα χαίρουσι τῇ ἀκοῇ τὴν ἡδονὴν περιγράφοντες, κἂν εἰ μηδὲν τῶν τιμίων διὰ βάθους πολλάκις ἔχοιεν· καὶ τῷ, [ὡς] κυριώτερον εἰπεῖν καὶ ἀληθέστερον, δεδοικέναι μὴ καθυβρίσειν τῇ εὐτελείᾳ τοῦ ἡμετέρου λόγου τὴν ἐκείνου τοῦ μακαρίου ἀνδρὸς περὶ τῶν θείων ὑψηγορίαν τε καὶ νόησιν. Ὅμως δ᾽ οὖν ὕστερον τῇ βίᾳ τῆς ἀγάπης εἴξας τῆς πάντων ἰσχυροτέρας ἐδεξάμην ἑκὼν τὸ ἐπίταγμα, γελᾶσθαι μᾶλλον ἐπ᾽ αὐθαδείᾳ τε καὶ ἀπαιδευσίᾳ δι᾽ εὐπείθειαν παρὰ τῶν μεμψιμοίρων ἑλόμενος ἢ ὑμῖν διὰ τῆς ἀναβολῆς ἐν παντὶ καλῷ μὴ συμπροθυμεῖσθαι βούλεσθαι νομισθῆναι, τὴν περὶ τοῦ πῶς εἰπεῖν μέριμναν τῷ Θεῷ ἐπιρρίψας τῷ μόνῳ θαυματουργῷ καὶ διδάσκοντι μὲν ἄνθρωπον γνῶσιν, τρανοῦντι δὲ γλῶσσαν μογιλάλων, καὶ τοῖς ἀπόροις πόρον ἐπινοοῦντι (≡14__042≡> καὶ ἐγείροντι μὲν ἀπὸ γῆς πτωχόν, ἀπὸ δὲ κοπρίας ἀνυψοῦντι πένητα· τοῦ σαρκικοῦ λέγω φρονήματος καὶ τῆς δυσώδους τῶν παθῶν ἰλύος· τὸν πτωχὸν τῷ πνεύματι ἢ τὸν κακίας πτωχεύοντα, καὶ τῆς κατ᾽ αὐτὴν πενόμενον ἕξεως, ἢ τοὐναντίον καὶ τὸν ἔτι τῷ νόμῳ τῆς σαρκὸς καὶ τοῖς πάθεσιν ἐνεχόμενον καὶ διὰ τοῦτο τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν πτωχεύοντα καὶ πενόμενον χάριτος.
Ἀλλ᾽ ἐπειδὴ τῷ παναγίῳ καὶ ὄντως θεοφάντορι Διονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐν τῇ 'Περὶ τῆς ἐκκλησιαστικῆς Ἱεραρχίας' πραγματείᾳ καὶ τὰ κατὰ τὴν ἱερὰν τῆς ἁγίας συνάξεως τελετὴν ἀξίως τῆς αὐτοῦ μεγαλονοίας τεθεώρηται σύμβολα, ἰστέον ὡς οὐ τὰ αὐτὰ νῦν ὁ λόγος διεξέρχεται, οὔτε διὰ τῶν αὐτῶν ἐκείνῳ προέρχεται. Τολμηρὸν γὰρ καὶ αὔθαδες καὶ ἀπονοίας ἐγγύς, ἐγχειρεῖν τοῖς ἐκείνου πειρᾶσθαι τὸν μήτε χωρεῖν αὐτὸν ἢ νοεῖν δυνάμενον, καὶ ὡς ἴδια προκομίζειν τὰ ἐνθέως ἐκείνῳ μόνῳ διὰ τοῦ Πνεύματος φανερωθέντα μυστήρια, ἀλλ᾽ ὅσα καὶ ἄλλοις ὡς ληπτὰ παρ᾽ αὐτοῦ φιλανθρώπως βουλήσει Θεοῦ παρελείφθη πρὸς ἔκθεσιν καὶ γυμνασίαν τῆς αὐτῶν ἐκείνων περὶ τὰ θεῖα κατὰ τὴν ἔφεσιν ἕξεως, καὶ δι᾽ ὧν συμμέτρως αὐτοῖς ἡ παμφαὴς τῶν τελουμένων ἀκτὶς κατανοουμένη καθίσταται γνώριμος καὶ πρὸς ἑαυτὴν κατέχει τοὺς πόθῳ περιληφθέντας, ἵνα μὴ παντελῶς οἱ μετ᾽ αὐτὸν ὦσιν ἀργοί, τὴν πᾶσαν τοῦ χρόνου τῆς παρούσης ζωῆς ἡμέραν, οὐκ ἔχοντες τὸν πρὸς τὴν θείαν ἐκείνην ἀμπελουργίαν μισθούμενον λόγον, τὸν ὑπὲρ τῆς πνευματικῆς ἐργασίας τοῦ πνευματικοῦ ἀμπελῶνος, τὸ συλωθὲν κατ᾽ ἀρχὰς ὑπὸ (≡14__044≡> τοῦ πονηροῦ δι᾽ ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν, πνευματικὸν τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δηνάριον ἀποδιδόντα.
Οὐ πάντα δὲ τὰ τῷ μακαρίῳ γέροντι μυστικῶς θεωρηθέντα λέγειν καθεξῆς ἐπαγγέλλομαι· οὐδ᾽ αὐτὰ τὰ λεγόμενα, ὡς ἐνοήθη τε παρ᾽ ἐκείνου καὶ ἐλέχθη. Ἐκεῖνος γάρ, πρὸς τὸ φιλόσοφος εἶναι καὶ πάσης παιδείας διδάσκαλος, δι᾽ ἀρετῆς περιουσίαν καὶ τῆς περὶ τὰ θεῖα χρονιωτέρας τε καὶ ἐπιστημονικωτέρας τριβῆς καὶ φιλοπονίας, τῶν τῆς ὕλης δεσμῶν καὶ τῶν κατ᾽ αὐτὴν φαντασιῶν ἐλεύθερον ἑαυτὸν καταστήσας, τόν τε νοῦν εἰκότως εἶχε ταῖς θείαις αὐγαῖς περιλαμπόμενον, καὶ διὰ τοῦτο δυνάμενον εὐθέως ὁρᾷν τὰ τοῖς πολλοῖς μὴ ὁρώμενα, καὶ τὸν λόγον ἑρμηνευτὴν ἀκριβέστατον τῶν νοηθέντων· καὶ ἐσόπτρου δίκην ὑπ᾽ οὐδεμιᾶς κηλίδος παθῶν ἐμποδιζόμενον, ἀκραιφνῶς τὰ ἄλλοις μήτε νοηθῆναι δυνάμενα, καὶ φέρειν καὶ λέγειν ἰσχύοντα, ὡς δύνασθαι τοὺς ἀκροατὰς ὅλον μὲν τῷ λόγῳ τὸν νοῦν ὁρᾷν ἐποχούμενον· ὅλα δὲ ὅλῳ τῷ νῷ καθαρῶς ἐμφαίνεσθαι τὰ νοηθέντα καὶ διὰ τῆς τοῦ λόγου μεσιτείας αὐτοῖς διαπορθμευόμενα δέξασθαι· ἀλλ᾽ ὅσα διὰ μνήμης τε φέρω, καὶ ὡς νοεῖν ἀμυδρῶς καὶ λέγειν ἀμυδρότερον δύναμαι, πλὴν εὐσεβῶς χάριτι τοῦ τὰ ἐσκοτισμένα φωτίζοντος Θεοῦ. Μηδὲ γὰρ οἴεσθαι δεῖν ὑμᾶς ὑπολαμβάνω, δικαίως κρίνειν εἰδότας, ἄλλως με νοεῖν ἢ λέγειν δύνασθαι ἢ ὡς νοεῖν καὶ λέγειν δύναμαι καὶ ἡ ἄνωθεν χάρις ἐνδίδωσιν, οἰκείως τῆς ἀναλογούσης μοι προνοουμένης δυνάμεως, κἂν ὁ παραδοὺς μάλιστα καὶ διδάξας ἐστὶν ὑψηλότατος. Ἐπεὶ τὸ τὰ ἴσα ζητεῖν παρὰ τῶν μὴ ἴσων τὴν ἀρετὴν καὶ τὴν γνῶσιν (≡14__046≡> οὐ πόρρω μοι δοκεῖ τυγχάνειν τῶν δείξειν πειρωμένων τῷ ἡλίῳ κατὰ τὸ ἴσον τὴν σελήνην φωτίζουσαν· καὶ τὰ μὴ πάντη ταῦτα συμβαίνειν ἀλλήλοις κατὰ πάντα δύνασθαι βιαζομένων, ὅπερ ἀμήχανον καὶ ἀδύνατον.
Ἡγείσθω δὲ Θεὸς τῶν λεγομένων τε καὶ νοουμένων, ὁ μόνος νοῦς τῶν νοούντων καὶ νοουμένων, καὶ λόγος τῶν λεγόντων καὶ λεγομένων, καὶ ζωὴ τῶν ζώντων καὶ ζωουμένων, καὶ πᾶσι πάντα καὶ ὢν καὶ γινόμενος, δι᾽ αὐτὰ τὰ ὄντα καὶ γινόμενα· δι᾽ ἑαυτὸν δὲ οὐδὲν κατ᾽ οὐδένα τρόπον οὐδαμῶς οὔτε ὢν οὔτε γινόμενος, τῶν ἅ τι τῶν ὄντων ἐστὶ καὶ γινομένων, οἷα μηδενὶ τὸ παράπαν τῶν ὄντων φυσικῶς συντασσόμενος, καὶ διὰ τοῦτο τὸ μὴ εἶναι μᾶλλον, διὰ τὸ ὑπερεῖναι, ὡς οἰκειότερον ἐπ᾽ αὐτοῦ λεγόμενον προσιέμενος.
Δεῖ γάρ, εἴπερ ὡς ἀληθῶς τὸ γνῶναι διαφορὰν Θεοῦ καὶ κτισμάτων ἐστὶν ἀναγκαῖον ἡμῖν, θέσιν εἶναι τοῦ ὑπερόντος τὴν τῶν ὄντων ἀφαίρεσιν, καὶ τὴν τῶν ὄντων θέσιν εἶναι τοῦ ὑπερόντος ἀφαίρεσιν, καὶ ἄμφω περὶ τὸν αὐτὸν κυρίως θεωρεῖσθαι τὰς προσηγορίας, καὶ μηδεμίαν κυρίως δύνασθαι· τὸ εἶναι, φημί, καὶ [τὸ] μὴ εἶναι. Ἄμφω μὲν κυρίως, ὡς τῆς μὲν τοῦ εἶναι τοῦ Θεοῦ κατ᾽ αἰτίαν τῶν ὄντων θετικῆς, τῆς δὲ καθ᾽ ὑπεροχὴν αἰτίας τοῦ εἶναι πάσης τῶν ὄντων ἀφαιρετικῆς· καὶ μηδεμίαν κυρίως πάλιν, ὡς οὐδεμιᾶς τὴν κατ᾽ οὐσίαν αὐτὴν καὶ φύσιν τοῦ τί εἶναι τοῦ ζητουμένου θέσιν παριστώσης. Ὧι γὰρ μηδὲν τὸ σύνολον φυσικῶς κατ᾽ αἰτίαν συνέζευκται, ἢ ὂν ἢ μὴ ὄν, τούτῳ οὐδὲν τῶν ὄντων καὶ λεγομένων, οὐδὲ τῶν μὴ ὄντων καὶ μὴ λεγομένων, (≡14__048≡> εἰκότως ἐστὶν ἐγγύς. Ἁπλῆν γὰρ καὶ ἄγνωστον καὶ πᾶσιν ἄβατον ἔχει τὴν ὕπαρξιν καὶ παντελῶς ἀνερμήνευτον, καὶ πάσης καταφάσεώς τε καὶ ἀποφάσεως οὖσαν ἐπέκεινα. Καὶ ταῦτα μὲν περὶ τούτων· ἐπὶ δὲ τὴν προκειμένην τοῦ λόγου ὑπόθεσιν ἔλθωμεν.

_________________

«Σταυρός, ο φύλαξ πάσης της οικουμένης.
Σταυρός, η ωραιότης της Εκκλησίας.
Σταυρός, βασιλέων το κραταίωμα.
Σταυρός, πιστών το στήριγμα.
Σταυρός, αγγέλων η δόξα
και των δαιμόνων
το τραύμα»


Κορυφή
 Προφίλ  
Απάντηση με παράθεση  
Τελευταίες δημοσιεύσεις:  Ταξινόμηση ανά  
Δημιουργία νέου θέματος Απαντήστε στο θέμα  [ 1 Δημοσίευση ] 

Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]


Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 15 επισκέπτες


Δεν μπορείτε να δημοσιεύετε νέα θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να απαντάτε σε θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επεξεργάζεστε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να διαγράφετε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επισυνάπτετε αρχεία σε αυτή τη Δ. Συζήτηση

Αναζήτηση για:
Μετάβαση σε:  
Powered by phpBB® Forum Software © phpBB Group

Ελληνική μετάφραση από το phpbbgr.com