Η ΑΓΚΑΛΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ
https://agiooros.org/

Ποιος δημιουργεί σχίσμα κατά τους Αγίους Αποστόλους
https://agiooros.org/viewtopic.php?f=93&t=13007
Σελίδα 1 από 1

Συγγραφέας:  antonios [ Τετ 15 Μαρ 2017, 00:14 ]
Θέμα δημοσίευσης:  Ποιος δημιουργεί σχίσμα κατά τους Αγίους Αποστόλους

ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒIΒΛIOΝ Ϛ
Περὶ σχισμάτων

δ. Ὅτι ἀποσχίζει οὐχ ὁ τῶν ἀσεβῶν χωριζόμενος, ἀλλ' ὁ τῶν εὐσεβῶν ἀφιστάμενος.


Eἰ οὖν τοῖς διὰ φιλαρχίαν ἀποσχίσασιν παραυτίκα ὁ Θεὸς ἐπήγαγεν τὴν τιμωρίαν, πόσῳ μᾶλλον τοῖς αἱρέσεων ἀσεβῶν καθηγησαμένοις; Οὐ σφοδροτέραν ἐπάξει τὴν τίσιν βλασφημοῦσιν αὐτοῦ τὴν πρόνοιαν ἢ τὴν δημιουργίαν; Ἀλλ' ὑμεῖς, ἀδελφοί, ἐκ τῆς Γραφῆς παιδευόμενοι, φυλάσσεσθε μὴ ποιεῖν τὰ σχίσματα τῆς γνώμης, μήτε μὴν τῆς ἑνώσεως ὑμῶν· ὅτι σκοποὶ ἀπωλείας οἱ δόξης ἀθεμίτου ἄρξαντες καθίστανται τοῖς λαοῖς. Ὁμοίως καὶ οἱ λαϊκοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε μηδὲ κοινωνοὶ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· «Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς» (πρβλ. Αρ. ιστ΄, 26). Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς» (Β΄ Κορ., στ΄, 17).

http://krufo-sxoleio.blogspot.gr/2017/03/blog-post_90.html

Σελίδα 1 από 1 Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]
Powered by phpBB® Forum Software © phpBB Group
https://www.phpbb.com/