Αρχική

Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]




Δημιουργία νέου θέματος Απαντήστε στο θέμα  [ 1 Δημοσίευση ] 
Συγγραφέας Μήνυμα
 Θέμα δημοσίευσης: Παναγία η Γλυκοφιλούσα
UNREAD_POSTΔημοσιεύτηκε: Κυρ 08 Ιαν 2017, 00:35 
Χωρίς σύνδεση
Site Admin
Site Admin

Εγγραφή: Τρί 08 Ιαν 2008, 14:48
Δημοσιεύσεις: 5437



Κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Θεοφίλου τοῦ Εἰκονομάχου, Πατρίκιός τις, Συμεὼν τὸ ὄνομα, εἷς ὢν τῆς Συγκλήτου, εἶχε γυναῖκα εὐσεβῆ καὶ ἐνάρετον, προσκυνοῦσαν κρυφίως τὰς ἁγίας εἰκόνας, Βικτωρίαν καλουμένην. Αὕτη ἡ ἀοίδιμος Γυνὴ ἐφύλαττεν εἰς τὸν οἶκον αὐτῆς τὴν περὶ ἧς ὁ λόγος θαυμαστὴν εἰκόνα τῆς Γλυκοφιλούσης, οἱ δὲ δυσσεβεῖς εἰκονομάχοι ἐποίουν τότε ἀκριβῆ ἔρευναν πανταχοῦ, ἵν᾿ εὕρωσιν ἁγίας εἰκόνας, καὶ παραδώσωσιν αὐτὰς τῷ πυρί, οἱ τοῦ αἰωνίου πυρὸς ὑπεύθυνοι. Τότε ἡ ρηθεῖσα τιμία γυνὴ Βικτωρία, βιαζομένη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς, ὡς εἰκονομάχου κἀκείνου, ἵνα παραδώσωσι τοῖς ζητοῦσι καὶ ταύτην τὴν ἁγίαν εἰκόνα τῆς Γλυκοφιλούσης, ἠναγκάσθη ἵνα ἀποξενώσῃ αὐτὴν ἐκ τοῦ οἴκου της, καὶ θεόθεν φωτισθεῖσα ἔλαβεν αὐτὴν ἐν ταῖς χερσὶν αὐτῆς, καὶ καταβᾶσα εἰς τὸν πλησίον αἰγιαλὸν τοῦ οἴκου αὐτῆς, καταφιλήσασα δὲ αὐτὴν μετὰ πόνου καρδίας καὶ δακρύων πολλῶν, καὶ ἐπικαλεσαμένη τὴν Δέσποιναν Θεοτόκον, ὅπως οἷς τρόποις οἶδε, διαφυλάξῃ αὐτὴν ἀσινῆ, ἔβαλεν αὐτὴν εἰς τὴν θάλασσαν, ἐλπίζουσα, ὅτι καὶ πάλιν θέλει ἀπολαύσει αὐτὴν μετὰ τὴν μανίαν τῆς εἰκονομαχίας. ῾Η δὲ ῾Αγία εἰκὼν σταθεῖσα ὀρθία, ἔπλεε θαυμασίως ἐπὶ τὰ ὕδατα, καὶ οὕτω ἡ μὲν γυνὴ προσκυνήσασα αὐτὴν ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς εὐχαριστοῦσα τὴν Θεομήτορα, ἡ δὲ ἁγία εἰκὼν διαπλεύσασα θαυμασίως τὸ πέλαγος τοῦ Μαρμαρᾶ, καὶ ῾Ελλήσποντον, καὶ τὸ Αἰγαῖον, προσωρμίσθη εἰς τὸ ῞Αγιον ῎Ορος εἰς τὸν λιμένα τῆς ἱερᾶς μονῆς τοῦ Φιλοθέου, ἐκεῖ ὅπου εὑρίσκεται ἄχρι τῆς σήμερον τὸ ἁγίασμα, καὶ ἀπεκαλύφθη εἰς τὸν ῾Ηγούμενον αὐτῆς, ἵνα καταβῇ καὶ ὑποδεχθῇ αὐτήν! ῾Ο δὲ ῾Ηγούμενος, χαρᾶς ἀπείρου πλησθεὶς διὰ τὴν ἀπόλαυσιν τοιούτου θησαυροῦ πολυτίμου, κατέβη μετὰ τῶν λοιπῶν Πατέρων εἰς τὸν αἰγιαλὸν λιτανεύοντες, καὶ ἰδόντες τὴν θαυμαστὴν εἰκόνα ἐξαστράπτουσαν θεῖον φῶς, ἐδέχθη αὐτὴν ὁ ῾Ηγούμενος εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἀφοῦ ἐξῆλθε τῆς θαλάσσης, ὢ τοῦ θαύματος! ἀνέβλυσεν ὕδωρ εἰς τὸν τόπον, ὅπου τὸ πρῶτον ἐστάθη ἡ ἁγία Εἰκών, ἰαματικὸν πάσης νόσου, καθὼς καὶ ἕως τὴν σήμερον φαίνεται, καὶ μὲ ψαλμοὺς καὶ ὕμνους, καὶ μὲ φῶτα καὶ θυμιάματα, ἀνήγαγον αὐτὴν εἰς τὸ ἱερὸν Μοναστήριον, καὶ ἔστησαν αὐτὴν ἐν ᾧ τόπῳ ἵσταται μέχρι τῆς σήμερον. ᾿Απὸ τότε δὲ μέχρι τοῦ νῦν ἕκαστον ἔτος τῇ Δευτέρᾳ τῆς Διακαινησίμου εἰς ἐνθύμησιν τοῦ θαύματος τελεῖται λιτανεία καὶ ἁγιασμός. ῎Εχει δὲ τοιαύτην χάριν, ὥστε, ὅταν ἀσκαρδαμυκτὶ θεωρήσῃ τις αὐτήν, φόβος ἀληθῶς καὶ τρόμος καταλαμβάνει αὐτόν. ῞Οσα δὲ θαύματα ἐτελέσθησαν δι᾿ αὐτῆς, εἶναι σχεδὸν ἀδύνατον νὰ περιγράψῃ τις, ὀλίγα δέ τινα ἀρκούμεθα νὰ γράψωμεν πρὸς πίστωσιν τῶν πολλῶν.
᾿Εν ἔτει 1713 ἦν ἐν τῇ ἱερᾷ Μονῇ ταύτῃ τοῦ Φιλοθέου εἷς ἐκκλησιάρχης εὐλαβὴς καὶ ἐνάρετος, ᾿Ιωαννίκιος ὀνόματι, ὅστις ἤρχετο καθ᾿ ἑκάστην, ὡς ἔθος καὶ ἧπτε τὰς κανδήλας, ἐρχόμενος δὲ καὶ ἐνώπιον τῆς ἁγίας ταύτης εἰκόνος, ἵστατο θεωρῶν αὐτὴν εὐλαβῶς, καὶ μὲ σέβας ἔλεγε πρὸς αὐτήν· «Διατί, ὦ Δέσποινα, τὰ μὲν λοιπὰ ἅπαντα ἱερὰ Μοναστήρια τοῦ ῎Ορους ἐπροίκισεν ἡ χάρις σου μὲ εἰσοδήματα καὶ ὑποστατικὰ διάφορα, καὶ ἔχουσιν εἰς πλησμονὴν καὶ σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ ἄλλα πολλά, τοῦτο δὲ τὸ Μοναστήριον ὑστερεῖται ἀπὸ ὅλα καὶ οὔτε σῖτον ἔχει, ἀλλὰ καὶ αὐτὸν ἀγοράζει;». Ταῦτα καὶ τὰ τούτοις ὅμοια ἔλεγε καθ᾿ ἑκάστην ὁ ᾿Ιωαννίκιος. ᾿Εν δὲ μιᾷ τῶν νυκτῶν, ἐλθὼν πάλιν ἑτοιμάσαι τὰς κανδήλας, καὶ σταθεὶς ἐνώπιον τῆς ἁγίας εἰκόνος ηὔχετο ἐκτενῶς μετὰ δακρύων, καὶ ἀποκαμών, ἐκάθησεν εἰς τὸ ἀπέναντι στασίδιον, διαλογιζόμενος. ᾿Αποκοιμηθεὶς δὲ βλέπει εἰς τὸν ὕπνον του τὴν τῶν λυπουμένων Παρηγορίαν, τὴν Δέσποιναν, λέγω, Θεοτόκον, λέγουσαν αὐτῷ, «τίνος ἕνεκεν, ὦ τέκνον μου ᾿Ιωαννίκιε, μὲ ἐνοχλεῖς συχνάκις λέγων, ὅτι προνοῶ μόνον διὰ τὰς ἄλλας Μονὰς τοῦ ῾Αγίου ῎Ορους, αὕτη δὲ μόνη ἡ Μονὴ ὑστερεῖται πτωχεύουσα; γίνωσκε λοιπόν, ὅτι ἐγὼ ἔχω τὴν πρόνοιαν δι᾿ ὅλα τὰ ἀναγκαῖα αὐτῆς. ᾿Απεφάσισα δὲ οὕτως, ἵνα οἱ κατὰ καιροὺς ῾Ηγούμενοι καὶ Προϊστάμενοι καὶ ᾿Επίτροποι μὴ δίδωνται ὅλως διόλου εἰς τὰ γήϊνα καὶ ἀμελοῦσι τὴν Σωτηρίαν αὐτῶν, ὅθεν παῦσον τοῦ νὰ μὲ ἐνοχλῇς τοῦ λοιποῦ περὶ τούτου, ὅτι ἐγὼ εἰμὶ ἡ ῎Εφορος καὶ Προνοητής τῆς Μονῆς ταύτης καθ᾿ ὅλα καὶ μὴ φροντίζων περὶ τούτου, σὺ δὲ ἐπιμελοῦ τὸν Ναόν μου πιστῶς, καὶ φρόντισον διὰ τὴν σωτηρίαν τῆς ψυχῆς σου». Ταῦτα ἀκούσας ὁ ᾿Ιωαννίκιος, ἐξύπνησεν ἔντρομος, ὁμοῦ καὶ περιχαρής, καὶ δραμὼν ἔπεσεν ἐνώπιον τῆς ἁγίας Εἰκόνος, καὶ ἐζήτει μετὰ δακρύων τὴν συγχώρησιν, καὶ ἀπελθὼν ἀνήγγειλε τὰ ὁραθέντα τοῖς ᾿Αδελφοῖς, καὶ πάντες θαυμάσαντες, ἐχάρησαν μεγάλως.
᾿Εν ἔτει 1801, ξένος τις ἐλθὼν εἰς τὴν Μονὴν χάριν προσκυνήσεως, καὶ ἐμβὰς εἰς τὸν Ναὸν προσεκύνησε καὶ τὴν ἁγίαν εἰκόνα τῆς Γλυκοφιλούσης, καὶ ἰδὼν τὰ ἐν αὐτῇ κρεμάμενα χρυσᾶ νομίσματα, ἠβουλήθη κακῶς νὰ τὰ κλέψῃ ὁ ἄθλιος. ῞Οθεν μετὰ τὸν ὄρθρον ἐκρύβη εἰς ἓν στασίδιον· ὁ δὲ ἐκκλησιάρχης κλείσας τὴν θύραν τοῦ Ναοῦ ἀπῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ. Τότε ὁ κλέπτης ἐκεῖνος τολμήσας ἐπῆρε τὰ νομίσματα, καὶ εὐθέως ἐξελθὼν τοῦ Ναοῦ, ἔφυγε κρυφίως, καὶ καταβὰς εἰς τὸν λιμένα τῆς τῶν ᾿Ιβήρων ἱερᾶς Μονῆς, εὗρε καὶ πλοῖον ἕτοιμον νὰ ἀναχωρήσῃ, καὶ ἀνέβη εἰς αὐτό, ὄντος δὲ καὶ τοῦ ἀνέμου ἐπιτηδείου ἀνεχώρησεν ἀμέσως. Πλεῦσαν δὲ ἕως μίλιον ἕν, ἔστη τὸ πλοῖον ἀκίνητον, ὢ τοῦ θαύματος! μέσον τοῦ πελάγους καὶ μάλιστα πνέοντος καὶ ἀνέμου ἐπιτηδείου. Τοῦτο δὲ τὸ παράδοξον βλέπων ὁ πλοίαρχος διηπόρει ἀγνοῶν τὸ τούτου αἴτιον. Οὕτως οὖν τοῦ μὲν πλοίου ἱσταμένου ἀκινήτου, τοῦ δὲ ἱεροσύλου ἐκείνου ἀπὸ φρίκην καὶ δειλίαν συνεχομένου, ἔφθασε καὶ ἡ ὥρα ἵνα σημάνῃ ὁ ἐκκλησιάρχης εἰς τὴν μονὴν τὴν ἀνάγνωσιν τῆς Τριθέκτης ὥρας, ὅθεν εἰσελθὼν εἰς τὸν Ναὸν καὶ ἰδὼν ὅτι τὰ χρυσᾶ νομίσματα ἔλειπον ἐκ τῆς εἰκόνος, ὑπενόησεν εὐθέως τὴν γενομένην κλοπήν, ὅπερ καὶ ἐκοινοποίησεν εἰς τοὺς Προεστῶτας, οἵτινες ἀπέστειλαν δύο ἀδελφοὺς εἰς τὸν αἰγιαλόν, ἵνα προφθάσωσι τὸν ἱερόσυλον. Οὗτοι ἰδόντες μακρόθεν τὸ πλοῖον ἱστάμενον ἀκίνητον, ἔδραμον εἰς τὸν λιμένα τῆς ρηθείσης Μονῆς τῶν ᾿Ιβήρων καὶ ἐμβάντες εἰς πλοιάριον ἔφθασαν τὸ ἱστάμενον πλοῖον καὶ ἀνέβηκαν εἰς αὐτό. ῾Ο δὲ ἱερόσυλος, προτοῦ νὰ ἀναγγείλωσιν ἐκεῖνοι τῷ πλοιάρχῳ τὰ πραχθέντα, ἐλθὼν προσέπεσεν εἰς τοὺς πόδας τῶν ἀδελφῶν, ἀποδίδων αὐτοῖς τὰ χρυσᾶ νομίσματα, καὶ ζητῶν μετὰ δακρύων τὴν συγχώρησν. Οἱ δὲ ἀδελφοὶ λαβόντες τὰ νομίσματα συνεχώρησαν αὐτῷ τὴν ἁμαρτίαν, ὡς ὑπὸ τοῦ διαβόλου πλανηθέντα, καὶ οὕτως ὑπέστρεψαν εἰς τὴν Μονὴν διηγούμενοι τοῖς ἀδελφοῖς τὸ παράδοξον θαῦμα τῆς ἀκινησίας τοῦ πλοίου, ὅθεν ἔψαλον εὐχαριστηρίους ὕμνους δοξάζοντες καὶ μεγαλύνοντες τὴν Πανύμνητον Θεοτόκον, τὴν διὰ τῆς θαυματουργοῦ Γλυκοφιλούσης εἰκόνος αὐτῆς, τοιαῦτα ἐνεργοῦσαν θαυμάσια.
Κατὰ τὸ ἔτος 1800 ἦλθον εἰς τὴν ἱερὰν ταύτην Μονὴν τοῦ Φιλοθέου εὐλαβεῖς προσκυνηταὶ ἔκ τινος χωρίου τῆς Θεσσαλονίκης, Μπέροβον καλούμενον. ῾Οδηγηθέντες δὲ παρὰ τοῦ ὁσιωτάτου Γέροντος ᾿Ανθίμου Φιλοθεΐτου, ἐλθόντες οὖν, προσεκύνησαν εὐλαβῶς τὰ ἱερὰ κειμήλια καὶ τὴν θαυμαστὴν εἰκόνα τῆς Γλυκοφιλούσης. Διηγεῖτο δὲ αὐτοῖς ὁ ἐκκλησιάρχης τὰ πολλὰ καὶ ὑπὲρ φύσιν θαυμάσια, ὅσα ἐτέλεσε, καὶ τελεῖ εἰς τοὺς μετὰ πίστεως ἐπικαλουμένους αὐτήν. Τὸ δὲ ἑσπέρας ἐξένισαν αὐτοὺς οἱ ἀδελφοὶ εἰς τὸ ᾿Αρχονταρίκιον φιλοφρόνως, καὶ οὕτως ἐκοιμήθησαν ἅπαντες. Εἷς δὲ ἐξ αὐτῶν ἠγέρθη τὸ μεσονύκτιον, θέλων νὰ περιποιηθῇ τὸν ἵππον του καὶ ἰδὼν τὴν θυρίδα ἀνεωγμένην, ἐνόμισεν ὡς ζαλισμένος ὢν ἐκ τοῦ ὕπνου καὶ τοῦ δείπνου, ὅτι ἦν ἡ θύρα τοῦ ξενοδοχείου, καὶ οὕτως ἐξῆλθεν ἀπερισκέπτως, καὶ ἔπεσε κάτω ἐκ τοῦ τριστέγου ἔξω τῆς Μονῆς, ἐπα´νω εἰς σωρὸν λίθων πολλῶν, πίπτων δὲ ἐνεθυμήθη τὰ θαύματα τῆς θαυματουργοῦ Γλυκοφιλούσης, καὶ ἔκραξε, «Παναγία Θεοτόκε βοήθει μοι» καὶ εὐθὺς τοῦ ἐφάνη ὡς μία Καλογραία, καὶ ἐκράτησεν αὐτόν, ὅστις εὐθὺς ἔμεινεν ἀβλαβὴς ἐκ τοῦ φοβεροῦ ἐκείνου πτώματος καὶ κρούσματος τῶν πετρῶν. ᾿Ανανήψας δέ, ἦλθεν εἰς τὴν θύραν τῆς Μονῆς καὶ ἔκρουσεν, ἵνα ἀνοίξωσιν αὐτῷ. ᾿Ακούσας δὲ εἷς ῾Ιεροδιάκονος Μελέτιος καλούμενος, ἀδελφὸς κατὰ σάρκα τοῦ Προηγουμένου Καλλινίκου, εἰδοποίησε τὸν Γέροντα αὐτοῦ καὶ Σκευοφύλακα Σωφρόνιον· ὁ δὲ πληροφορηθεὶς ὅτι ὁ κρούων εἷς ἦν τῶν προσκυνητῶν, καὶ ὅτι ἔπεσεν ἐκ τῆς θύρας κάτω, διέταξε καὶ ἤνοιξαν αὐτῷ τὴν θύραν, καὶ ἰδόντες αὐτὸν ὅλον ὑγιῆ καὶ ἀβλαβῆ, ἐθαύμασαν ἅπαντες. Εἶτα διηγήθη αὐτοῖς τὰ συμβάντα αὐτῷ ὡς ἀνωτέρω, καὶ εὐχαρίστησαν θερμῶς τὴν Δέσποιναν τοῦ παντός, καὶ ταχεῖαν ἀντίληψιν τῶν εὐλαβῶς ἐπικαλουμένων αὐτήν. ῾Ο δὲ ἄνθρωπος, ὁ λυτρωθεὶς τοῦ κινδύνου, ἤρχετο κατ᾿ ἔτος εἰς προσκύνησιν τῆς Σεπτῆς εἰκόνος τῆς Κυρίας Γλυκοφιλούσης, ἀφιέρωσε δὲ καὶ τὸ ἄλογόν του εἰς τὴν Μονήν, καὶ μίαν ἀργυρᾶν κανδήλαν εἰς τὴν ἁγίαν εἰκόνα.
῾Ο ρηθεὶς Προηγούμενος Καλλίνικος, ἐρχόμενος μετὰ τεσσαράκοντα προσκυνητῶν ἀπὸ Αἶνον, ἔσπευσεν ἵνα προφθάσῃ εἰς τὴν Μονὴν πρὸ τῆς ἑορτῆς τοῦ θείου Εὐαγγελισμοῦ, ἵνα ἐκεῖ ἑορτάσῃ καὶ τὸν θεῖον Εὐαγγελισμόν, καὶ τὸ ῞Αγιον Πάσχα ὁμοῦ, καθὼς ἐν ἐκείνῳ τῷ ἔτει συνέπεσεν, ὅπερ καὶ Κύριον Πάσχα λέγεται. Εὑρισκομένων δὲ αὐτῶν ἀναμέσον Λήμνου καὶ ῎Ιμβρου, ἠγέρθη τὴν νύκτα ἄνεμος σφοδρός, καὶ τρικυμία μεγάλη καὶ τοσαύτη, ὥστε ἀπηλπίσθησαν ἅπαντες οἱ ἐν τῷ πλοίῳ, καὶ ἐπερίμεναν ἀφεύκτως τὸν θάνατον, ὀδυρόμενοι γοερῶς. ῾Ο δὲ ρηθεὶς Προηγούμενος Καλλίνικος ἐλυπεῖτο μὲν πλέον τῶν ἄλλων, δὲν ἀπηλπίσθη δέ, ἀλλ᾿ ἐπαρηγόρει ἅπαντας παρακαλῶν αὐτοὺς νὰ ἔχωσι θάρρος εἰς τὴν Κυρίαν Θεοτόκον, καθότι ἀπὸ μεγάλους κινδύνους καὶ ἀνάγκας πολλάκις ἀβλαβῆ αὐτὸν ἐφύλαξε. Καὶ τὸ μὲν πλοῖον ἐφέρετο ὑπὸ τῆς βίας τοῦ ἀνέμου, καὶ ἐπλησίαζε εἰς τόπον τραχύτατον καὶ ἐπικίνδυνον λίαν, Καραγάτζι καλούμενον, καὶ ἐὰν ἤθελεν ἐξώσει ἐκεῖ τὸ πλοῖον ὁ ἄνεμος, ἐξάπαντος ἔμελλον νὰ πνιγῶσιν ἅπαντες, ἀλλ᾿ ἡ Θεοτόκος τί ᾠκονόμησεν; Τό πηδάλιον τοῦ πλοίου, ἔπεσε παραδόξως καὶ ἐχάθη ἐκ τῶν χειρῶν τοῦ Κυβερνήτου, τὸ δὲ πλοῖον, κυβερνώμενον θαυμασίως ὑπὸ τῆς Θεοτόκου, προσωρμίσθη εἰς ἀμμώδη καὶ ἀκίνδυνον τόπον, καὶ ἐκεῖ ἐκάθισεν ἐπὶ τῆς ἄμμου, δὲν ἐγνώριζον δὲ ποσῶς οἱ ἄνθρωποι ποῦ εὑρίσκοντο. Διαφαυσάσης λοιπὸν τῆς ἡμέρας, καὶ ἰδόντες παραδόξως ὅτι τὸ πλοῖον ἀσφαλῶς ἐκάθισεν ἐπὶ τῆς ἄμμου, καὶ τὸ πηδάλιον ὄπισθεν αὐτοῦ δεδεμένον, ἐθαύμασαν τήν προμήθειαν τῆς Θεοτόκου. ᾿Εξελθόντες δὲ εἰς τὴν ξηράν, ἐγνώρισαν ὅτι ἦσαν ἀπέναντι τῆς νήσου Θάσου, μεταξὺ Ξάνθης καὶ Τραϊανουπόλεως. Εἶτα ἀποπλεύσαντες ἐκεῖθεν ἔφθασαν εἰς τὴν Μονήν, καὶ ἐπανηγύρισαν τριπλῆν ἑορτήν, τὴν τοῦ Πάσχα λέγω, τὴν τοῦ Θείου Εὐαγγελισμοῦ, καὶ τὴν σωτηρίαν ἐκ τοῦ ναυαγίου, διηγούμενοι τοῖς ἀδελφοῖς ὅσα ὡς ἀνωτέρω συνέβησαν εἰς αὐτούς.
Μάλιστα δὲ ὁ ρηθεὶς Προηγούμενος Καλλίνικος μεγάλας χάριτας ὡμολόγει τῇ Παντανάσσῃ Θεοτόκῳ, οὐ μόνον διὰ τὴν θαυματουργίαν ταύτην, ἀλλὰ καὶ δι᾿ ἄλλας πολλάς, ἃς παρ᾿ αὐτῆς ἀπήλαυσεν, εὑρισκόμενος γὰρ εἰς πολλοὺς καὶ διαφόρους τόπους, χάριν ἐλέους πρὸς βοήθειαν τῆς Μονῆς, καὶ ἀπὸ ληστὰς καθ᾿ ὁδὸν ἐφυλάχθη ἀβλαβής, καὶ ἀπὸ νόσον πανώλης διετηρήθη ἀσινής, καὶ ἀπὸ πειρατὰς καὶ ναυάγια ἐλυτρώθη πολλάκις.
Εἷς χριστιανὸς ἐκ τῆς κώμης τῆς Αἴνου, τῆς καλουμένης Παράωρα, εἶχε γυναῖκα στεῖραν καὶ ἄτεκνον χρόνους ἱκανούς. ᾿Ελθὼν εἰς προσκύνησιν τῆς θαυματουργοῦ ταύτης εἰκόνος Γλυκοφιλούσης, ἔλαβε μεθ᾿ ἑαυτοῦ ὀλίγον ἔλαιον ἐκ τῆς κανδήλας αὐτῆς, καὶ ἐπιστρέψας εἰς τὸν οἶκον αὐτοῦ, ἐχρίσθη δι᾿ αὐτοῦ μετὰ τῆς συζύγου αὐτοῦ μετ᾿ εὐλαβείας καὶ πίστεως καὶ ὢ τοῦ θαύματος! τὸν αὐτὸν χρόνον συλλαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ εἰς ἀμοιβὴν τῆς χάριτος ὡς εὐγνώμων, ἐπρόσφερεν δῶρον εἰς τὴν ῾Ι. Μονὴν ἕνα ἡμίονον, ὁμολογῶν παρρησίᾳ τὴν θαυματουργίαν τῆς Κυρίας Θεοτόκου Γλυκοφιλούσης, καὶ ἐθαύμασαν οἱ ἀδελφοὶ ὡς μὴ γινώσκοντες παντελῶς περὶ τοῦ ἐλαίου, ὅπερ ἔλαβεν ὁ ρηθεὶς Χριστιανὸς μετ᾿ εὐλαβείας καὶ πίστεως.
῾Η ἁγία αὕτη εἰκὼν ἵσταται ἐν τῷ κίονι τοῦ ἀριστεροῦ χοροῦ τοῦ Καθολικοῦ ῾Ι. Ναοῦ.

ΠΗΓΗ

http://www.panagiaglykofilousa.com/index.php

_________________
Αναστήτω ο Θεός, και διασκορπισθήτωσαν οι εχθροί αυτού, και φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.


Κορυφή
 Προφίλ  
 
Τελευταίες δημοσιεύσεις:  Ταξινόμηση ανά  
Δημιουργία νέου θέματος Απαντήστε στο θέμα  [ 1 Δημοσίευση ] 

Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]


Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης


Δεν μπορείτε να δημοσιεύετε νέα θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να απαντάτε σε θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επεξεργάζεστε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να διαγράφετε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επισυνάπτετε αρχεία σε αυτή τη Δ. Συζήτηση

Αναζήτηση για:
Μετάβαση σε:  
Powered by phpBB® Forum Software © phpBB Group

Ελληνική μετάφραση από το phpbbgr.com