Αρχική

Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]




Δημιουργία νέου θέματος Απαντήστε στο θέμα  [ 2 Δημοσιεύσεις ] 
Συγγραφέας Μήνυμα
 Θέμα δημοσίευσης: ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ
UNREAD_POSTΔημοσιεύτηκε: Δευτ 07 Απρ 2008, 12:41 
Χωρίς σύνδεση
Site Admin
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Τρί 08 Ιαν 2008, 14:48
Δημοσιεύσεις: 10465
ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ



Μετὰ τὸν Προοιμιακὸν εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν τὰ ἑπόμενα, Στιχηρὰ Ἰδιόμελα.



Ἦχος πλ. δ'

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)



Ἤλθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ βαϊα, τοὺς δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)



Ὁ τοὶς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παίδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοὶ Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος. (Δίς)

Δόξα...

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

Καὶ νύν...

Ὁ τοὶς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παίδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοὶ Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος.



Προκείμενον Ἦχος πλ. δ'

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι, Κυρίου.

Στίχ. Οἱ ἐστῶτες ἐν οἴκῳ Κυρίου.



Εἰς τὰ Ἀπόστιχα

Ἰδιόμελα Ἦχος β'

Ἐκ βαϊων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες. Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοί.



Στίχ. Ἄσατε τῶ Κυρίω ἄσμα καινόν.

Ἦχος γ'

Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χείρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεῖς εἰσέλθη πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβω, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὔρωμεν, εἰς εὔκαιρον βοήθειαν.



Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Ἦχος βαρὺς

Συναγωγὴ πονηρὰ καὶ μοιχαλίς, ἡ τῶ ἰδίω ἀνδρί, μὴ φυλάξασα πίστιν, τὶ κατέχεις διαθήκην, ἢς οὐκ ἢς κληρονόμος; τὶ καυχᾶσαι ἐν Πατρί, τὸν Υἱὸν ἀθετήσασα; τοὺς Προφήτας οὐκ ἐδέξω, τὸν ΥἹὸν καταγγείλαντας; κὰν τὰ ἴδια τέκνα αἰσχύνθητι, οὕτω βοῶντα. Ὡσαννὰ τῶ Υἱῶ Δαυϊδ, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Δόξα...

Ἐκ βαϊων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες. Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοί.

Καὶ νύν...

Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χείρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεῖς εἰσέλθη πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβω, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὔρωμεν, εἰς εὔκαιρον βοήθειαν.



Ἀπολυτίκιον Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλουημένη σὺ ἐν γυναιξί, καὶ εὐλοημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.



ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ



Ψάλλομεν τὸ ἑπόμενον Τριώδιον. Ποίημα τοῦ κυρίου Ἀνδρέου Κρήτης.



Ὠδὴ α' Ἦχος πλ. δ'

Τῶ συντρίψαντι

Ἰωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάση φυλακὴ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς.



Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τὴ συκῆ, ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα.



Τὴν εἰκόνα τοῦ Δεσπότου, ὑπογράφων Ἰωσήφ, λάκκω κατατίθεται, ἀπεμπολεῖται ὑπὸ τῶν συγγόνων, πάντα ὑπομένει ὁ ἀοίδιμος, εἰς τύπον ὄντως Χριστοῦ.



Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν.



Ἰησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοὶς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὁ ἦλθε παθεῖν.



Κολληθέντες τῶ Κυρίω, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοὶς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί.



Πάθη πάθεσιν ἰᾶται, ὁ παθῶν ὑπὲρ ἡμῶν, ἔλων γὰρ προσίεται, τὴ καθ' ἡμᾶς ἀνθρωπίνη οὐσία, τὰ ζωοποιὰ αὐτοῦ Παθήματα, ἵνα σωθῶμεν ἡμεῖς.

Δόξα...

Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναϊδια, ἐν οὐσιότητι μιὰ κηρύττω, εἰς γὰρ ἐν Πατρὶ Υἱῶ καὶ Πνεύματι, δοξολογεῖται Θεός.

Καὶ νύν... Θεοτοκίον

Ἡ μὲν ῥάβδος Μωϋσέως, καὶ ἡ ῥάβδος Ἀαρῶν, ξένην μεταποίησιν, καὶ ὑπὲρ νοῦν οἰκονομίαν ἔσχον, σοῦ δὲ ἡ νηδὺς Θεογεννήτρια, τόκον καινίζει καινόν.



Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τῆς συκῆς τὸ ἔγκλημα, μὴ σὲ προφθάση, ἀλλ' εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῶ ποιητή σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα.



Ὠδὴ η'

Τὸν ἐν Ὄρει, ἁγίω δοξασθέντα

Σωφροσύνη, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.



Ἄλλην Εὔαν, εὑρῶν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τὶς ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἀλοὺς τῆς ἁμαρτίας.



Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος, τοῦτο γὰρ ἐπεῖνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων.



Ὁ Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατησχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο, τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.



Ἑτοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῶ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάση, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι.



Πῶς μὴ φρίξη, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξη, ὁ Ἅδης συναντῶν σοί, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα;



Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι, Ἱερεῖς καὶ Λευϊται, συνωμοσίαν φθόνω συσκευάσαντες, δόλω προδοσίας, τὸν Χριστὸν προυδίδουν, εἰς θάνατον Πιλάτω.



Ἡ Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμώντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοίς, ἐπὶ σοὶ προσωδυνᾶτο.

Δόξα...

Ὡς Μονάδα, τὴ οὐσία ὑμνῶ σε, ὡς Τριάδα, τοὶς προσώποις σὲ σέβω, Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νύν... Θεοτοκίον

Δυσωπεῖ σε, Χριστὲ ἡ, Θεοτόκος, ἱκετεύει, τῶν Μαθητῶν ὁ δῆμος. Τὴν σὴν εἰρήνην δώρησαι τῶ Κόσμω σου, καὶ τοὺς οἰκτιρμούς σου, χάρισαι πλουσίως, ἡμῖν εἰς τοὺς αἰῶνας.



Ὠδὴ θ'

Ἀλλότριον τῶν μητέρων

Ἀλλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοὶς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.



Ἀλλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοὶς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι' ἀνομίαν, διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.



Ἐπείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκὴν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομώσαν νομικοίς αὐτήν, ὡς εἶδε κατηράσατο.



Τὴν νομικὴν ἀκαρπίαν προκατηράσω, ὡς φύλλα ἐξανθοῦσαν, τοῦ γράμματος σκιώδη γνώμην, τοὺς καρποὺς δὲ τῶν ἔργων οὐκ ἔχουσαν δι' ἀνομίαν, ἡμᾶς δὲ πάντας τούς τῆς χάριτος, υἱοὺς Σωτὴρ εὐλόγησον.



Ἡ ῥάβδος μὲν Μωϋσέως τὸ πρὶν εἰς ὄφιν, ἡ Ἀαρῶν δὲ ῥάβδος, εἰς χλωρὸν μετεβλήθη, καὶ ἐξήνθησε φύλλα, ἡ ἄκαρπος καὶ ξηρανθεῖσα, συναγωγὴ δὲ ἡ παράνομος, εἰς ἄκαρπον μετήχθη συκήν.



Ἑτοίμαζε Ἰουδαία τοὺς Ἱερεῖς σου, εὐτρέπιζε τὰς χείρας πρὸς θεοκτονίαν. Ἰδοὺ γὰρ ἦλθε πραϋς, καὶ ἥσυχος ἐπὶ τὸ Πάθος, ἀμνὸς ὑπάρχων καὶ ποιμὴν ἡμῶν, Χριστός ὁ Βασιλεὺς Ἰσραήλ.



Ὑπόδεξαι Ἰουδαία τὸν Βασιλέα, ἰδοὺ γὰρ πρὸς τὸ Πάθος, ἔρχεται ἑκουσίως, ἵνα πάθῃ καὶ σώση, τοὺς κράζοντας ἀκαταπαύστως. Εὐλογημένος ὁ ἐρχόμενος, Σταυρῶ σῶσαι τὰ σύμπαντα.



Μετέστρεψεν Ἰουδαία τὰς ἑορτάς σου, εἰς πένθος ὁ Δεσπότης, κατὰ τὴν προφητείαν, θεοκτόνος γὰρ ὤφθης, τοῦ στρέψαντος ποτὲ τὴν πέτραν, καὶ τὴν ἀκρότομον εἰς ὕδατα, καὶ λίμνας καθὼς ψάλλει Δαυϊδ.

Δόξα...

Ἀλλότριον τοὶς ἀνόμοις τὸ σὲ δοξάζειν, τὴν ἄναρχον οὐσίαν, Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἦς ὁ σύμπας Κόσμος ἤδρασται, τῶ νεύματι τοῦ θείου κράτους αὐτῆς.

Καὶ νύν... Θεοτοκίον

Προσάγομεν εἰς πρεσβείαν τὴν Θεοτόκον, αὐτῆς ταὶς ἱκεσίαις καὶ τῶν σῶν Ἀποστόλων, κοινωνοὺς ἡμᾶς ποίησον, Δέσποτα τῶν ἀγαθῶν σου, καὶ τῆς λαμπρότητος ἀξίωσον, Σωτὴρ τῆς Ἀναστάσεώς σου.

_________________

«Σταυρός, ο φύλαξ πάσης της οικουμένης.
Σταυρός, η ωραιότης της Εκκλησίας.
Σταυρός, βασιλέων το κραταίωμα.
Σταυρός, πιστών το στήριγμα.
Σταυρός, αγγέλων η δόξα
και των δαιμόνων
το τραύμα»


Κορυφή
 Προφίλ  
Απάντηση με παράθεση  
 Θέμα δημοσίευσης:
UNREAD_POSTΔημοσιεύτηκε: Δευτ 07 Απρ 2008, 12:42 
Χωρίς σύνδεση
Site Admin
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Τρί 08 Ιαν 2008, 14:48
Δημοσιεύσεις: 10465
ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ



Μετὰ τὸν Ἑξάψαλμον, ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς Ἤχον πλ. δ' τό, Ἀλληλούϊα. Εἴθ' οὕτω, τὸ παρὸν Τροπάριον, μετὰ μέλους καὶ αὐτό.



Ἦχος πλ. δ'

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ ὕπνω κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής, ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς (ἐκ τρίτου).



Μετὰ τὴν α' Στιχολογίαν



Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Τὰ Πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῶ Κόσμω, Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.



Δόζα... Καὶ νύν... Πάλιν τὸ αὐτὸ



Μετὰ τὴν β' Στιχολογίαν



Κάθισμα Ὅμοιον

Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὠράθης, καὶ ἔρχη ὑπ' ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῶ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τὴ ἐξουσία σου Λόγε, συμφώνως προσφέρομεν.



Δόξα... Καὶ νύν... Πάλιν τὸ αὐτὸ



Μετὰ τὴν γ' Στιχολογίαν


Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν, καὶ Λόγον

Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ἄσμασιν, ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμούς καὶ μάστιγας, Πιλάτω κρινόμενος, ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόρρης, τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν. Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοὶς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.



Δόξα... Καὶ νύν... Πάλιν τὸ αὐτὸ



Εὐαγγέλιον τοῦ Ὄρθρου

Ἐκ τοῦ κατὰ Ματθαῖον

Τῶ καιρῶ ἐκείνω, ἐπανάγων ὁ Ἰησοῦς...



Ποίημα Κοσμᾶ Μοναχοῦ

Ὠδὴ α' Ἦχος β'

Ὁ Εἱρμὸς

«Τῶ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείω αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλὶ τὴν λαὸν καθοδηγήσαντι, Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται».



Ἡ ἀπόρρητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ Χριστὸς αὐτὸς ἐστι, Θεὸς καὶ ἄνθρωπος, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἐν τῷ μορφοῦσθαι δοῦλον, δεικνύει τοὶς Μαθηταῖς, ἐνδόξως γὰρ δεδόξασται.



Διακονῆσαι, αὐτὸς ἐλήλυθα, οὗ τὴν μορφὴν ὁ Πλαστουργός, ἑκὼν περίκειμαι, τῶ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτὼν θεότητι, θεῖναι ἐμήν τε αὐτοῦ, ψυχὴν ἀντίλυτρον, ὁ ἀπαθὴς θεότητι.

Καταβασία

«Τῶ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείω αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλὶ τὴν λαὸν καθοδηγήσαντι, Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται».



Κοντάκιον Ἦχος πλ. δ'

Ὡς ἀπαρχὰς

Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος, τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.

Ὁ Οἶκος

Ἐπὶ τῶ ὀδυρμῶ νὺν προσθήσωμεν ὀδυρμόν, καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι, Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῶ σώματι, τὴν ψυχὴν δὲ ἀδούλωτον συντηροῦντα, καὶ Αἰγύπτου παντὸς κυριεύσαντα. Ὁ Θεὸς γὰρ παρέχει τοὶς δούλοις αὐτοῦ, στέφος ἄφθαρτον.



Συναξάριον

Τὴ ἁγία καὶ μεγάλη Δευτέρα, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς.

Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ

· Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,

· Καὶ σιτοδότης, ὧ καλῶν θημωνία!

· Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκὴν

· Τὴν Συναγωγήν, συκὴν Χριστός, Ἑβραίων,

· Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων,

· Ἀρὰ ξηραίνει, ἢς φύγωμεν τὸ πάθος.



Ταὶς τοῦ Παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.



Ὠδὴ η'

Ὁ Εἱρμὸς

«Ἔφριξε Παίδων εὐαγῶν, τὸ Ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλη, ἀκάματον πύρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».



Ὑμᾶς μου τότε Μαθητάς, παντες γνώσονται, εἰ τὰς ἐμᾶς ἐντολὰς τηρήσητε, φησὶν ὁ Σωτὴρ τοὶς φίλοις πρὸς Πάθος μολῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶ πᾶσι, καὶ ταπεινὰ φρονοῦντες, ἀνυψώθητε, καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.



Τάξεως ἔμπαλιν ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν, οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμη αὐθαίρετος. ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶν ἄλλων ἔστω πάντων ἐσχατώτερος, καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Καταβασία

«Ἔφριξε Παίδων εὐαγῶν, τὸ Ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλη, ἀκάματον πύρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».



Ὠδὴ θ'

Ὁ Εἱρμὸς

«Ἐμεγάλυνας Χριστέ, τὴν τεκούσάν σε Θεοτόκον, ἀφ' ἦς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν».



Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι, ἐπάξιον τῆς θείας Βασιλείας, γνώμην ἀναλάβετε ἔμφρονα, τοὶς σοὶς Ἀποστόλοις προέφης, ἡ πάντων σοφία, ἐν ἢ δοξασθήσεσθε, λάμποντες ἠλίου τηλαυγέστερον.



Ἀφορῶντες εἰς ἐμέ, εἴπας Κύριε τοὶς σεαυτοῦ Μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά, ἀλλὰ συναπάχθητε τοὶς ταπεινοῖς, ἐμὸν ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇ Βασιλεία τοῦ Πατρός, ἐμοὶ συνδοξασθήσεσθε.

Καταβασία

«Ἐμεγάλυνας Χριστέ, τὴν τεκούσάν σε Θεοτόκον, ἀφ' ἦς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν».



Ἐξαποστειλάριον Αὐτόμελον

Ψαλλόμενον ἀργῶς καὶ μετὰ μέλους

Ἦχος γ'

Τὸν νυμφώνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σώσόν με. (Ἐκ γ').



Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἰδιόμελα

Ἦχος α'

Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοὶς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταὶς τοῦ βίου ἡδοναίς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν, ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρά μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλεία τῶν οὐρανῶν. (Δίς)

Ἦχος πλ. α'

Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν, ὅπως τὴ αὐτοῦ εὐσπλαγχνία, συνεγείρη καὶ ἡμᾶς, νεκρωθέντας τὴ ἁμαρτία, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. (Δίς)

Δόξα... Καὶ νύν... Ἦχος πλ. α'

Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ ἰδίαν παραλαβῶν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἶ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νὺν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν, ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῶ μὲ προσπήξαντες, ταφὴ παραδόντες, ἑβδελυγμένον λογιοῦνται ὡς νεκρόν, ὅμως θαρσεῖτε, τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον.



Εἰς τὰ Ἀπόστιχα

Ἰδιόμελα Ἦχος πλ. α'

Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόρρητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ἠτείτό σοὶ προσκαίρου βασιλείας τιμήν, τοὶς ἑαυτῆς δωρήσασθαι τέκνοις, ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοὶς φίλοις σου, ὁ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διὸ σοὶ βοῶμεν. Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοί.



Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοὶς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων, οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοὶς ἐμοὶς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω, ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος, καὶ γάρ ἐλήλυθα αὐτὸς τῶ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοί, Δόξα σοί.

Ἦχος πλ. δ'

Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ, τῶ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν...

Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρῶν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείαις, ὑποσκελίσαι τὸν Ἰωσήφ, ἀλλ' αὐτὸς καταλιπῶν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ἠσχύνετο, ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς, αὐτοῦ ταὶς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.



ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ



Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. β'

Ἐν ψυχῇ συντετριμμένη, προσπίπτομεν σοί, καὶ δεόμεθά σου Σωτὴρ τοῦ Κόσμου. Σὺ γὰρ εἶ Θεὸς τῶν μετανοούντων.



Δόξα... Καὶ νύν... Τὸ αὐτὸ



Προκείμενον Ἦχος δ' Ψαλμὸς ρκε'

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών.

Στίχ. Τότε ἐπλήσθη χαρὰς τὸ στόμα ἡμῶν.



Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα

(Κέφ. Α', 1-20)

Ἐγένετο ἐν τῷ τριακοστῶ ἔτει, ἐν τῷ τετάρτω μηνί, πέμπτη τοῦ μηνός, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὅρασιν Θεοῦ, πέμπτη τοῦ μηνός, τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζεῖ, τὸν Ἱερέα, ἐν γῆ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ Βορρᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πὺρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρός, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Καὶ αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς, καὶ τέσσαρα πρόσωπα τῶ ἑνί, καὶ τέσσαρες πτέρυγες τῶ ἑνί, καὶ τὰ σκέλη αὐτῶν ὄρθια, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός, καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν, καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν τῶν τεσσάρων, ἐχόμεναι ἑτέρα τῆς ἑτέρας, καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοὶς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοὶς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοὶς τέσσαρσι, καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοὶς τέσσαρσιν, ἑκατέρω δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο, οὗ ἂν ἢ τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον. Καὶ ἐν μέσῳ τῶν ζώων ὅρασις, ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή, καὶ τὰ ζῷα ἔτρεχον, καὶ ἀνέκαμπτον ὡς εἶδος τοῦ Βεζέκ. Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς, ἐχόμενος τῶν ζώων τοὶς τέσσαρσι, καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα καὶ τὸ ποίημα αὐτῶν ἓν τοὶς τέσσαρσι, καὶ τὸ ἔργον αὐτῶν ἥν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, ουδ' οἱ νῶτοι αὐτῶν, καὶ ὕψος ἣν αὐτοῖς. Καὶ εἶδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν, πλήρεις ὀφθαλμῶν κυκλόθεν τοὶς τέσσαρσι. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶ, ἐπορεύοντο καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξήροντο καὶ οἱ τροχοί. Οὗ ἂν ἡ νεφέλη, ἐκεῖ ἣν καὶ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο τὰ ζῷα, καὶ οἱ τροχοὶ ἐξήροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἣν ἐν τοῖς τροχοίς.



Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ρκς'

Ἐὰν μὴ Κύριος οἰκοδομήση οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.

Στίχ. Ἐὰν μὴ Κύριος φυλάξη πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

_________________

«Σταυρός, ο φύλαξ πάσης της οικουμένης.
Σταυρός, η ωραιότης της Εκκλησίας.
Σταυρός, βασιλέων το κραταίωμα.
Σταυρός, πιστών το στήριγμα.
Σταυρός, αγγέλων η δόξα
και των δαιμόνων
το τραύμα»


Κορυφή
 Προφίλ  
Απάντηση με παράθεση  
Τελευταίες δημοσιεύσεις:  Ταξινόμηση ανά  
Δημιουργία νέου θέματος Απαντήστε στο θέμα  [ 2 Δημοσιεύσεις ] 

Όλοι οι χρόνοι είναι UTC + 2 ώρες [ DST ]


Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 3 επισκέπτες


Δεν μπορείτε να δημοσιεύετε νέα θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να απαντάτε σε θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επεξεργάζεστε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να διαγράφετε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επισυνάπτετε αρχεία σε αυτή τη Δ. Συζήτηση

Αναζήτηση για:
Μετάβαση σε:  
Powered by phpBB® Forum Software © phpBB Group

Ελληνική μετάφραση από το phpbbgr.com